Add parallel Print Page Options

47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ [a]πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγον [b]ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου [c]ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού [d]ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [e]αὐτοῦ φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου [f]ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου [g]ἀληθής ἐστι πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος [h]ζήσει δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ [i]ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ [j]πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον [k]ζήσει εἰς τὸν αἰῶνα. 59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.

60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν [l]ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ [m]λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ [n]πατρός.

66 Ἐκ τούτου πολλοὶ [o]ἐκ [p]τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 [q]ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ [r]ἅγιος τοῦ [s]θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος [t]Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν [u]παραδιδόναι αὐτόν, [v]εἷς ἐκ τῶν δώδεκα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:47 πιστεύων WH NIV ] + εἰς ἐμέ Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NIV ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ζήσει WH NIV ] ζήσεται Treg RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ἐστιν WH Treg NIV ] + ἣν ἐγὼ δώσω RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:52 αὐτοῦ WH NIV ] – Treg RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:57 ζήσει WH Treg NIV ] ζήσεται RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ἐξ WH Treg NIV ] ἐκ τοῦ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 πατέρες WH Treg NA ] + ὑμῶν τὸ μάννα NIV RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ζήσει WH Treg NIV ] ζήσεται RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:60 ὁ λόγος οὗτος WH Treg NIV ] οὗτος ὁ λόγος RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63 λελάληκα WH Treg NIV ] λαλῶ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65 πατρός WH Treg NIV ] + μου RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 ἐκ WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NIV ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68 ἀπεκρίθη WH Treg NIV ] + οὖν RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 ἅγιος WH Treg NIV ] χριστὸς ὁ υἱὸς RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 θεοῦ WH Treg NIV ] + τοῦ ζῶντος RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτην RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 παραδιδόναι αὐτόν WH Treg NIV ] αὐτόν παραδιδόναι RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 εἷς WH Treg NIV ] + ὢν RP